Τρίτη, 13 Μαρτίου 2007

Παλαιά Διαθήκη, Δευτερονόμιον, Κεφάλαιο Ζ΄

1 εαν δε εισάγη σε Κύριος ο Θεός σου εις την γην, εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν, και εξάρει έθνη μεγάλα από προσώπου σου, τον Χετταίον και Γεργεσαίον και Αμορραίον και Χαναναίον και Φερεζαίον και Ευαίον και Ιεβουσαίον, επτά έθνη πολλά και ισχυρότερα υμών 2 και παραδώσει αυτούς Κύριος ο Θεός σου εις τας χείρας σου και πατάξεις αυτούς, αφανισμώ αφανιείς αυτούς, ου διαθήση προς αυτούς διαθήκην, ουδέ μη ελεήσητε αυτούς, 3 ουδέ μη γαμβρεύσητε προς αυτούς. την θυγατέρα σου ου δώσεις τω υιώ αυτού, και την θυγατέρα αυτού ου λήψη τω υιώ σου 4 αποστήσει γαρ τον υιόν σου απ' εμού, και λατρεύσει θεοίς ετέροις, και οργισθήσεται θυμώ Κύριος εις υμάς και εξολεθρεύσει σε το τάχος 5 αλλ' ούτω ποιήσετε αυτοίς: τους βωμούς αυτών καθελείτε και τας στήλας αυτών συντρίψετε και τα άλση αυτών εκκόψετε και τα γλυπτά των θεών αυτών κατακαύσετε πυρί. 6 οτι λαός άγιος ει Κυρίω τω Θεώ σου, και σε προείλατο Κύριος ο Θεός σου είναι αυτώ λαόν περιούσιον παρά πάντα τα έθνη, όσα επί προσώπου της γης. 7 ουχ οτι πολυπληθείτε παρά πάντα τα έθνη, προείλατο Κύριος υμάς και εξελέξατο υμάς, υμείς γαρ έστε ολιγοστοί παρά πάντα τα έθνη, 8 αλλά παρά το αγαπάν Κύριον υμάς και διατηρών τον όρκον, ον ώμοσεν τοις πατράσιν υμών, εξήγαγεν υμάς Κύριος εν χειρί κραταιά και βραχίονι υψηλώ και ελυτρώσατό σε Κύριος, εξ οίκου δουλείας, εκ χειρός Φαραώ βασιλέως Αιγύπτου. 9 και γνώση οτι Κύριος ο Θεός σου, ούτος Θεός, Θεός πιστός, ο φυλάσσων διαθήκην και έλεος τοις αγαπώσιν αυτόν και τοις φυλάσσουσι τας εντολάς αυτού εις χιλίας γενεάς 10 και αποδιδούς τοις μισούσι κατά πρόσωπον εξολεθρεύσαι αυτούς. και ουχί βραδυνεί τοις μισούσι, κατά πρόσωπον αποδώσει αυτοίς. 11 και φυλάξη τας εντολάς και τα δικαιώματα και τα κρίματα ταύτα, όσα εγώ εντέλλομαί σοι σήμερον ποιείν.
12 Και έσται ηνίκα αν ακούσητε τα δικαιώματα ταύτα και φυλάξητε και ποιήσητε αυτά, και διαφυλάξει Κύριος ο Θεός σου σοι την διαθήκην και το έλεος, ο ώμοσεν τοις πατράσιν υμών, 13 και αγαπήσει σε και ευλογήσει σε και πληθυνεί σε και ευλογήσει τα έκγονα της κοιλίας σου και τον καρπόν της γης σου, τον σίτον σου και τον οίνον σου και το έλαιον σου, τα βουκόλια των βοών σου και τα ποίμνια των προβάτων σου επί της γης, ης ώμοσε Κύριος τοις πατράσι σου δούναι σοι. 14 ευλογητός έση παρά πάντα τα έθνη. ουκ έσται εν υμίν άγονος, ουδέ στείρα και εν τοις κτήνεσί σου. 15 και περιελεί Κύριος ο Θεός σου από σου πάσαν μαλακίαν. και πάσας νόσους Αιγύπτου τας πονηράς, ας εώρακας, και όσα έγνως, ουκ επιθήσει επί σε και επιθήσει αυτά επί πάντας τους μισούντας σε. 16 και φαγή πάντα τα σκύλα των εθνών, α Κύριος ο Θεός σου δίδωσί σοι. ου φείσεται ο οφθαλμός σου επ' αυτοίς, και ου μη λατρεύσεις τοις Θεοίς αυτών, οτι σκώλον τούτο εστί σοι. 17 εαν δε λέγης, εν τη διανοία σου, οτι πολύ το έθνος τούτο ή εγώ πώς δυνήσομαι εξολεθρεύσαι αυτούς; 18 ου φοβηθήση αυτούς. μνεία μνησθήση όσα εποίησε Κύριος ο Θεός σου τω Φαραώ και πάσι τοις Αιγυπτίοις, 19 τους πειρασμούς τους μεγάλους, ους είδοσαν οι οφθαλμοί σου, τα σημεία και τα τέρατα τα μεγάλα εκείνα, την χείρα την κραταιάν και τον βραχίονα τον υψηλόν, ως εξήγαγέ σε Κύριος ο Θεός σου, ούτω ποιήσει Κύριος ο Θεός υμών πάσι τοις έθνεσιν, ους συ φοβή από προσώπου αυτών 20 και τας σφηκίας αποστελεί Κύριος ο Θεός σου εις αυτούς, εως αν εκτριβώσιν οι καταλελειμμένοι και οι κεκρυμμένοι απο σου. 21 ου τρωθήση απο προσώπου αυτών, οτι Κύριος ο Θεός σου εν σοι, Θεός μέγας και κραταιός, 22 και καταναλώσει Κύριος ο Θεός σου τα έθνη ταύτα από προσώπου σου κατα μικρόν μικρόν. ου δυνήση εξαναλώσαι αυτούς το τάχος, ίνα μη γένηται η γη έρημος και πληθυνθή επί σε τα θηρία τα άγρια. 23 και παραδώσει αυτούς Κύριος ο Θεός σου εις τας χείρας σου και απολείς αυτούς απωλεία μεγάλη, έως αν εξολεθρεύσητε αυτούς. 24 και παραδώσει τους βασιλείς αυτών εις τας χείρας υμών, και απολείται το όνομα αυτών εκ του τόπου εκείνου. ουκ αντιστήσεται ουδείς κατά πρόσωπόν σου, έως αν εξολεθρεύσης αυτούς. 25 τα γλυπτά των θεών αυτών καύσετε πυρί. ουκ επιθυμήσεις αργύριον ουδέ χρυσίον απ' αυτών συ λήψη σεαυτώ, μη πταίσης δι αυτό, οτι βδέλυγμα Κυρίω τω Θεώ σου εστί 26 και ουκ εισοίσεις βδέλυγμα εις τον οίκον σου και ανάθεμα έση ώσπερ τούτο. προσοχθίσματι προσοχθιείς και βδελύγματι βδελύξη οτι ανάθημά εστι.

Δεν υπάρχουν σχόλια: